Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.108 Dem. 23.111 (English) >>Dem. 23.114

23.110ἀκούω τοίνυν αὐτὸν καὶ τοιοῦτόν τινʼ ἐρεῖν λόγον, οἷον καὶ πρότερόν ποτʼ Ἀριστόμαχος παρʼ ὑμῖν ἐδημηγόρει, ὡς οὐκ ἔστιν ὅπως ποτὲ Κερσοβλέπτης αἱρήσεται Χερρόνησον ἀποστερεῖν ἐπιχειρῶν ἐχθρὸς ὑμῖν εἶναι· οὐδὲ γὰρ εἰ λάβοι καὶ κατάσχοι, λυσιτελήσειν αὐτῷ. ἐκ μέν γʼ ἐκείνης οὐκ ἔστιν ὑπὲρ τριάκοντα τάλανθʼ πρόσοδος μὴ πολεμουμένης, εἰ πολεμήσεται δέ, οὐδὲ ἕν· ἐκ δὲ τῶν ἐμπορίων, τότʼ ἂν κλεισθείη, πλεῖν διακόσια τάλαντά ἐσθʼ πρόσοδος· ὥστε τί βουλόμενος μικρὰ λαμβάνειν καὶ πολεμεῖν ἂν ἕλοιτο, ἐξὸν τὰ πλείω καὶ φίλος εἶναι, θαυμάζειν φήσουσιν. 23.111ἐγὼ δʼ οὐκ ἀπορῶ μὲν εἰπεῖν πόλλʼ μοι δοκεῖ μᾶλλον ἄν τις ἰδὼν ἀπιστεῖν εἰκότως τούτοις πιστεύων ἐκεῖνον ἐᾶν μέγαν γίγνεσθαι· οὐ μὴν ἀλλʼ μάλιστα πρόχειρον ἔχω, τοῦτʼ ἐρῶ. ἴστε δήπου Φίλιππον, ἄνδρες Ἀθηναῖοι, τουτονὶ τὸν Μακεδόνα, πολὺ δήπου μᾶλλον ἐλυσιτέλει τὰς ἐξ ἁπάσης Μακεδονίας προσόδους ἀδεῶς λαμβάνειν μετὰ κινδύνων τὰς ἐξ Ἀμφιπόλεως, καὶ χρῆσθαι φίλοις αἱρετώτερον ἦν αὐτῷ τοῖς πατρικοῖς ὑμῖν Θετταλοῖς, οἳ τὸν πατέρʼ αὐτοῦ ποτʼ ἐξέβαλον. 23.112ἄνευ γὰρ τούτου κἀκεῖνʼ ἔστιν ἰδεῖν· ὑμεῖς μέν, ἄνδρες Ἀθηναῖοι, οὐδένα προὐδώκατε πώποτε τῶν φίλων, Θετταλοὶ δʼ οὐδένα πώποθʼ ὅντινʼ οὔ. ἀλλʼ ὅμως οὕτως ἐχόντων τούτων μικρὰ λαμβάνειν καὶ τοὺς ἀπίστους φίλους καὶ τὸ κινδυνεύειν ἀντὶ τοῦ μετʼ ἀσφαλείας ζῆν ὁρᾶτε προῃρημένον αὐτόν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.108 Dem. 23.111 (English) >>Dem. 23.114

Powered by PhiloLogic